Ράδιο ἈνθοΕυωδίες

Κυριακή, 14 Αυγούστου 2011

Τί δὲ ὀνομάσω σὲ; Χαῖρε ἡ Κεχαριτωμένη


Ἀδελφή
«Τί ἐκωλύθησαν οἱ ὀφθαλμοί σου ἀδελφή μου, νύμφη»;

Ἀλλοίωσις
«Αὐτὴ ἡ ἀλλοίωσις τῆς δεξιᾶς του Ὑψίστου»

Ἀνατολή
«Αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ Θεῷ, ψάλατε τῷ Κυρίῳ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ, κατὰ ἀνατολὰς»

Βασίλισσα
«Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου»

Βάτος
«Καταβάς ὄψομαι τὸ ὅραμα τὸ μέγα τοῦτο,
 ὅτι ἡ βατὸς καίεται καὶ οὐ κατακαίεται»

Βιβλίον
«Καὶ ἔσται μετὰ τὰ ρήματα ταῦτα,
ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου»

Γῆ Ἁγία
«Μωϋσῆ! Μωϋσῆ! μὴ ἐγγίσης ὧδε, λύσον τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου ὁ γὰρ τόπος ἐφ’ ὃν ἔστηκας, γῆ Ἁγία ἐστί»

Γυνή
«Εὐλογημένη σὺ ἐν γυναιξί,
καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου»

Δύσις
«Ὁδοποιήσατε τῷ ἐπιβεβηκοτι ἐκ δυσμῶν»

Ἐλαία
«Ἐγὼ δὲ ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ
 ἤλπισα ἐπὶ τὸ ἔλεος αὐτοῦ»

Ἤλεκτρον
«Καὶ εἶδον ὡς ὄψιν ἠλέκτρου ὅρασιν πυρός»

Ἥλιος
«Ἐν τῷ ἡλίῳ ἔθετο τὸ σκήνωμα αὐτοῦ»

Ἡμέρα
«Ἡμέρα τῇ ἡμέρα ἐρεύγεται ρῆμα
καὶ νὺξ νυκτι ἀναγγέλλει γνῶσιν»

Θαιμὰν
«Ὁ Θεός ἀπό Θαιμὰν ἥξει»

Θρόνος
«Εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου
 ὑψηλοῦ καὶ ἐπηρμένου»

Θυγάτηρ
«Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου,
καὶ ἐπιλάθου τοῦ λαοῦ σου καὶ τοῦ οἴκου τοῦ πατρός σου»

Κεφαλή
«Καὶ ἰδοὺ χεὶρ ἐκτεταμένη πρὸς με, καὶ ἐν αὐτῇ κεφαλή»

Κῆπος
«Κῆπος κεκλεισμένος, Πηγὴ ἐσφραγισμένη»

Κιβωτός
«Ἀνάστηθι, Κύριε, εἰς τὴν ἀνάπαυσίν σου,
 σὺ καὶ ἡ κιβωτὸς τοῦ ἁγιάσματός σου»

Κλίνη
«Ἰδοὺ ἡ κλίνη Σολομὼν,
ἑξήκοντα δυνατοὶ κύκλῳ ἀπὸ δυνατῶν Ἱσραὴλ»

Λαβίς
«Καὶ ἀπεστάλη πρὸς με ἕν τῶν Σεραφείμ, καὶ εἶχεν ἐν τῇ χειρὶ αὐτοῦ Λαβίδα, καὶ ἐν αὐτῇ ἄνθραξ»

Μακαρία
«Καὶ μακάρια ἡ πιστεύσασα,
ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου»

Μαριάμ
«Μὴ φοβοῦ, Μαριάμ, εὗρες γὰρ χάριν παρὰ τῷ Θεῳ»

Μεμνηστευμένη
«Τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη Ἄγγελος Γαβριὴλ ἀπὸ Θεοῦ
 εἰς πόλιν τῆς Γαλιλαιας, ᾗ ὄνομα Ναζαρέτ,
πρὸς Παρθένον μεμνηστευμένην ἀνδρί, ᾧ ὄνομα Ἰωσήφ»

Μήτηρ
«Καὶ πόθεν μοὶ τοῦτο,
ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρὸς με;»

Νεφέλη
«Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης,
καὶ ἥξει εἰς Αἴγυπτον»

Νύμφη
«Δεῦρο ἀπὸ Λιβάνου Νύμφη»

Νύξ
«Ἡμέρα τῇ ἡμέρα ἐρεύγεται ρῆμα
καὶ νὺξ νυκτι ἀναγγέλλει γνῶσιν»

Ὅρασις
«Εἶδον ὅρασιν πυρός,
καὶ τὸ φέγγος αὐτοῦ κυκλῶ, ὡς ὅρασις τόξου»

Ὄρος
«Τὸ ὄρος ὅ ηὐδόκησεν ὁ Θεὸς κατοικεῖν ἐν αὐτῷ»

Οὐρανός
«Ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ Κύριος»

Παρθένος
«Ἰδοὺ ἡ Παρθένος ἐν γαστρί λήψεται, καὶ τέξεται Υἱόν,
καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ»

Πηγή
«Κῆπος κεκλεισμένος, Πηγὴ ἐσφραγισμένη»

Πόκος
«Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον,
καὶ ὡσεὶ σταγὼν ἡ στάζουσα ἐπὶ τὴν γῆν»

Πόλις
«Δεδοξασμένα ἐλαλήθη περί σοῦ ἡ πόλις τοῦ Θεοῦ»

Πλίνθος
«Υἱέ ἀνθρώπου, λάβε σεαυτῷ πλίνθον καινήν»

Πλησίον
«Ὅλη καλὴ ἡ πλησίον μου, ὅλη καλὴ, καὶ μῶμος οὐκ ἔστιν ἐν σοί· ἀνάστα ἡ πλησίον μου, καὶ ἐλθέ πρὸς με»

Προφήτις
«Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν, καὶ ἐν γαστρί ἔλαβεν»

Πύλη
«Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, οὐ μὴ διέλθῃ τις δί΄ αὐτῆς»

Ράβδος
«Ἐξελεύσεται ράβδος ἐκ τῆς ρίζης Ἰεσσαί»

Ρίζα
«Καὶ ἐσται ἡ ρίζα τοῦ Ἰεσσαί,
 καὶ ἀνιστάμενος ἐξ΄ αὐτῆς ἄρχων ἐθνῶν».

Σιών
«Ἐξελέξατο Κύριος τὴν Σιών,
ἠρετίσατο αὐτὴν εἰς κατοικίαν εὐατῷ»

Τόμος
«Καὶ εἶπε Κύριος πρὸς με· λάβε σαυτῷ τόμο καινόν»

Τόπος
«Ὡς φοβερός ὁ τόπος οὗτος»

Φορεῖον
«Φορεῖον ἐποίησεν ἑαυτῷ ὁ βασιλεύς Σολομών
 ἀπό ξύλου τοῦ Λιβάνου»

Πηγή: Ὁ Μέγας Συναξαριστὴς τῆς Ὀρθοδόξου Ἐκκλησίας, Τόμος Η’