Ράδιο ἈνθοΕυωδίες

Πέμπτη, 27 Ιουνίου 2013

Ἰωσὴφ Βρυέννιος - Τὸ ναὶ ναί· καὶ τὸ οὒ οὔ.

(ἔστω δὲ ὁ λόγος ὑμῶν ναὶ ναί, οὒ οὔ·
τὸ δὲ περισσὸν τούτων ἐκ τοῦ πονηροῦ ἐστιν. Ματθ. ε´ 37)

(Περιέχεται εἰς τὴν ἔκδοση: Ἰωσὴφ Βρυεννίου, 
Τὰ Εὑρεθέντα - τόμος Β´ σελ. 22)

"Ἐστὶ κακὴ ὁμόνοια, καὶ καλὴ διαφωνία· ἐστὶ σχισθῆναι καλῶς, καὶ ὁμονοῆσαι κακῶς· οἷς γὰρ ἡ φιλία ἀπωλείας πρόξενος, τούτοις τὸ μῖσος ἀρετῆς ὑπόθεσις γίνεται· καὶ κρείσσων ἐμπαθοῦς ὁμονοίας, ἡ ὑπὲρ ἀπαθείας διάστασις.

Καλόν τό εἰρηνεύειν πρός πάντας, ἀλλ’ ὁμονοοῦντας πρός τήν εὐσέβειαν. Ἡ γάρ εἰρήνη μετά μέν τοῦ ἰδίου καί πρέποντος, κάλλιστον ἐστι κτῆμα καί λυσιτελέστατον, μετά δέ κακίας, ἤ δουλείας ἐπονειδίστου, πάντων αἴσχιστον καί τε καί βλαβερώτατον. Ἐπεί οὐδείς δύναται κτήσασθαι τήν ἀγάπην τῶν πονηρῶν καί κακῶν, χωρίς κακίας καί πονηρίας.


Μεγάλη δέ ἀρετή τοῦ δικαίου, ὅταν ἔχη τούς τοῦ Θεοῦ ἐχθρούς, ἐχθρούς, καί τούς αὐτοῦ φίλους, φίλους, ὥσπερ μεγάλη κακία ἁμαρτωλοῦ, ὅταν τούς τοῦ Θεοῦ φίλους ἔχη ἐχθρούς, καί τούς ἐχθρούς αὐτοῦ φίλους".
-------------------------------------------

Ὁ Ἰωσὴφ Βρυέννιος (1350-1431), μείζων προσωπικότης τοῦ τέλους τοῦ ΙΔ´ καὶ τῶν ἀρχῶν τοῦ ΙΕ´ αἰῶνος, διετέλεσε διδάσκαλος τοῦ ἐν ἁγίοις μεγάλου πατρὸς ἡμῶν Ἁγίου Μάρκου τοῦ Εὐγενικοῦ, στὶς ἀρχὲς τοῦ 15ου αἰ. Ἐνῷ ἔχει ἀρκετὰ ἐρευνηθεῖ ἱστορικά, παραμένει ἄγνωστος ὡς πρὸς τὸ περιεχόμενο τῆς διδασκαλίας του. Σήμερα, σὲ ἐποχὴ διεκκλησιαστικῶν διαλόγων καὶ διομολογιακῶν προσεγγίσεων, ἡ διδασκαλία τοῦ Βρυεννίου ἀποκτᾷ οὐσιώδη ἐπικαιρότητα. Γι᾿ αὐτὸ παρέχει, σ᾿ ἐμᾶς τοὺς ὀρθόδοξους, τὶς προϋποθέσεις γιὰ μία ὀρθὴ διεκκλησιαστικὴ προσέγγιση, ξένη σὲ κάθε δογματικὸ μινιμαλισμὸ ἢ ὠμὰ πολιτικὴ σκοπιμότητα (π. Νικόλαος Ιωαννίδης, Ἰωσὴφ Βρυέννιος - Βίος, ἔργα, διδασκαλία, 1985).

Πηγή: Νεκτάριος